Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.200 Joseph. AJ 4.206 (English) >>Joseph. AJ 4.211

4.204καλὸν γὰρ εἶναι μὴ ἀγνοεῖν ἀλλήλους ὁμοφύλους τε ὄντας καὶ τῶν αὐτῶν κοινωνοῦντας ἐπιτηδευμάτων, τοῦτο δὲ ἐκ μὲν τῆς αὐτῆς ἐπιμιξίας αὐτοῖς ὑπάρξειν, τῇ τε ὄψει καὶ τῇ ὁμιλίᾳ μνήμην αὐτῶν ἐντιθέντας· ἀνεπιμίκτους γὰρ ἀλλήλοις μένοντας ἀλλοτριωτάτους αὑτοῖς νομισθήσεσθαι. 4.205

Ἔστω δὲ καὶ δεκάτη τῶν καρπῶν ἐξαίρεσις ὑμῖν χωρὶς ἧς διετάξατε τοῖς ἱερεῦσι καὶ Λευίταις δεδόσθαι, πιπρασκέσθω μὲν ἐπὶ τῶν πατρίδων, εἰς δὲ τὰς εὐωχίας ὑπηρετείτω καὶ τὰς θυσίας τὰς ἐν τῇ ἱερᾷ πόλει· δίκαιον γὰρ εἶναι τῶν ἐκ τῆς γῆς ἀναδιδομένων, ἣν θεὸς αὐτοῖς κτήσασθαι παρέσχεν, ἐπὶ τιμῇ τοῦ δεδωκότος ἀπολαύειν. 4.206

Ἐκ μισθοῦ γυναικὸς ἡταιρημένης θυσίας μὴ τελεῖν· ἥδεσθαι γὰρ μηδενὶ τῶν ἀφʼ ὕβρεως τὸ θεῖον, χείρων δʼ οὐκ ἂν εἴη τῆς ἐπὶ τοῖς σώμασιν αἰσχύνης· ὁμοίως μηδʼ ἂν ἐπʼ ὀχεύσει κυνὸς ἤτοι θηρευτικοῦ ποιμνίων φύλακος λάβῃ τις μισθόν, ἐκ τούτου θύειν τῷ θεῷ. 4.207

Βλασφημείτω δὲ μηδεὶς θεοὺς οὓς πόλεις ἄλλαι νομίζουσι. μηδὲ συλᾶν ἱερὰ ξενικά, μηδʼ ἂν ἐπωνομασμένον τινι θεῷ κειμήλιον λαμβάνειν. 4.208

Μηδεὶς δʼ ἐξ ὑμῶν κλωστὴν ἐξ ἐρίου καὶ λίνου στολὴν φορείτω· τοῖς γὰρ ἱερεῦσι μόνοις ταύτην ἀποδεδεῖχθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.200 Joseph. AJ 4.206 (English) >>Joseph. AJ 4.211

Powered by PhiloLogic